Ancient Greek
Fragment 24
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 24
Not analysed yet
ὅτι ἐν ταῖς κοιλίαις τοῦ ἐνκεφάλου περιέχεται πνευματώδης οὐσία, πρὸς τὰς κατὰ προαίρεσιν ἐνεργείας ἐπιτήδειος τῇ ψυχῇ, δι' ὅλης ἐκτεταμένη τῆς οὐσίας τοῦ ἐνκεφάλου. καὶ δέδεικται τῷ Γαληνῷ τοῦτο τὸ πνεῦμα γεννώμενον ἐν ταῖς κοιλίαις αὐτοῦ, ὅπερ ἐν μὲν ταῖς ἐγρηγόρσεσιν ἔξω τεταμένον ἐπὶ πάντα τὰ τῶν αἰσθήσεων ὄργανα, κατὰ δὲ τοὺς ὕπνους, ὅταν ξηρότερον ἑαυτοῦ γεγονὸς ᾖ, κεκμηκὸς εἰς τὸ βάθος συνδύει δεόμενον ἀναπαύσεώς τε ἅμα καὶ θρέψεως.