Ancient Greek · ~2 min
Fragment 26
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 26
Not analysed yet
ὅτι τοῦ ὁμαλύνεσθαι τὰ καθ' ὅλον τὸ σῶμα βέλτιόν ἐστιν αἰτιᾶσθαι τὸ ἔμφυτον θερμόν, ὡς καὶ τοῦτ' ἐδίδαξεν ἡμᾶς ὁ Ἱπποκράτης. συνδύον γὰρ ἐν τοῖς ὕπνοις εἰς τὸ βάθος ἐκπέπτει μὲν καὶ τὰ κατὰ τὴν γαστέρα περιεχόμενα σιτία, καὶ τοὺς κατὰ τὰς φλέβας χυμοὺς ἡμιπέπτους τε καὶ ἀπέπτους εἰς τέλος ἄγει πέψεως. καὶ διὰ τοῦτο κρᾶσιν ὁμαλὴν πᾶν τὸ σῶμα ἴσχει, μηδαμόθι μηδὲν ἡμιπέπτου τε καὶ ἀπέπτου καταλειπόμενον. γενομένης δὲ πολλῆς μὲν ἡσυχίας βραχυόνειρος ὕπνος ἐμπίπτει, καταλειφθεισῶν δὲ κινήσεων μειζόνων, οἷα καὶ ἐν οἷς ἂν τόποις λείπωνται, τοιαῦτα καὶ τοσαῦτα παρέσχοντο ἀφομοιωθέντα ἐντός, ἔξω τε ἐγερθεῖσιν ἀπομνημονευόμενα φαντάσματα.