Ancient Greek
Fragment 28
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 28
Not analysed yet
(ὅτι δύο τὰ πρῶτα) †ὅτι ἐὰν μὴ δέξηταί τις, ὅτι καὶ τὸ πάνυ θερμὸν καὶ τὸ πάνυ ψυχρὸν ὀδυνηρὰ τοῖς αἰσθητικοῖς γίνεται σώμασι διαιροῦντα καὶ σχίζοντα τὴν συνέχειαν αὐτῶν (ἔστι γὰρ καὶ οὗτος ὁ λόγος οὐκ ἀπόβλητος, ὡς ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐπιδέδεκται, ὡς μὴ συγχωρῶν ὑπ' αὐτῶν διασπᾶσθαι τὴν οὐσίαν), δύο λοιπὸν τὰ πρῶτα καὶ γενικώτατα πάθη ποιητικὰ τῶν ἀλγημάτων ἐρεῖ· συνεχείας τε λύσιν καὶ τὴν κατὰ ποιότητα μεταβολήν, ἀθρόαν ἐκ τοῦ θερμαίνεσθαι καὶ ψύχεσθαι γινομένην, ὡς εἶναι τὸ ἀλγεινὸν πάθος ἀλλοίωσιν ἀθρόαν κατὰ ποιότητα καὶ συνεχείας λύσιν.