Ancient Greek
Fragment 30
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 30
Not analysed yet
ὅτι πρόδηλον, ὡς τῶν περὶ πόνου λελεγμένων τἀναντία περὶ τῆς ἡδονῆς ἐννοητέον ἐστίν. ἐὰν γὰρ τῶν διαφθειρόντων τὴν κατὰ φύσιν κρᾶσιν ἢ συνέχειαν ἐπανόρθωσίς τις γίνηται πρὸς τὸ κατὰ φύσιν ἄγουσα, τὴν μὲν ἀγωγὴν αὐτῆς ἡδὺ πάθος ἐροῦμεν, τὴν δὲ αἴσθησιν αὐτῆς ἡδονήν.