Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.100
Not analysed yet
ἐπόσχιον: κλῆμα ἐξ οὗ πέφυκέ τι, ὥσπερ καὶ τῆς σικυώνης. ἐπῶδες: δυσῶδες τὸ οἷον ἐπόζον. ἐπωκεστέρη: τῷ ὄξει πλέονι κεχρημένη. ἐρυγγάνει: ἀποβάλλει. ἐρυγή: ἐρύγνιον, ἀπόβλημα. ἐρίκιδες: αἱ ἁδρομερῶς διῃρημέναι κριθαὶ, τινὲς δὲ τὰς διχῇ διῃρημένας· καὶ γὰρ τὸν ἐρεγμὸν ἀπὸ τοῦ διχῇ διῃρῆσθαί φασιν ὠνομάσθαι· ἐμοὶ δὲ παρὰ τὸ ἐρείκειν πάντα τὰ τοιαῦτα δοκεῖ γεγονέναι, ὅπερ οὐ τὸ διχῇ διαιρεῖν ἐστιν, ἀλλὰ τὸ θραύειν ἁπλῶς· ὅθεν καὶ τὸ ἰτρίον ἐρείκιον ὀνομάζεται καὶ αὐτὸ, διότι εὔθραυστον. ἔριξ: εἴρηται μὲν καὶ ἐπὶ τοῦ ἥπατος· γέγραπται δὲ ἐν τοῖς πλείστοις μὲν θρὶξ, δηλοῖ δὲ τὸ μέρος τοῦ ἥπατος τὸ ἄνω καθ' ὃ ἀπ' ἀλλήλων σχίζονται οἱ λοβοί. ἐρυγματώδης: ἡ ἐρυγμῶν ἀπεργαστικὴ, νόσος ἡ πνευματοῦσα.