Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.99
Not analysed yet
ἔξουρα: εἰς στενὸν συνηγμένα, ἃ δὴ καὶ μύοπα ὀνομάζουσιν. ἔπακρα: τὰ εἰς στενὸν τελευτῶντα, ἅπερ καὶ ἔξουρα. ἐπαλύνων: ἐπιπάσσων, ἐπιτάττεται καὶ ἐπὶ τοῦ μᾶλλον. ἐπικέρας: τῆλιν· ἔνιοι δὲ ἄλλην τινὰ βοτάνην οὕτως ὀνομαζομένην. ἐπικτένιον: ἐπὶ μὲν τῶν γυναικῶν τὸ ἐπίσειον καλούμενον, ἐπειδὴ ὑπὲρ τὸν κτένα ἐστίν· ἐπὶ δὲ τοῦ στυππείου ἢ τοῦ λίνου, τὸν τῷ κτενὶ προσιζάνοντα χνοῦν ἐν τῇ ἐργασίᾳ. ἐπιμηλίδα: Διοσκουρίδης μὲν ἐν τῷ πρώτῳ περὶ ὕλης εἶδος μεσπίλου, τὸ καὶ σιτάνιον ὀνομαζόμενον· ἔνιοι δὲ τὰ μῆλα τὰ σμικρὰ τὰ ἄγρια, ἅπερ καὶ ἀμαμηλίδες ὀνομάζονται. ἐπιμυλίδα: τὴν ἐπιγονατίδα, τὴν μύλην. ἐπισκληροῖς: τοῖς κατεσκληκόσι. ἐπίστημος: ἐπιστατικὴ, σύννους, ἐφεκτική. ἐπίχνουν: ἐπίπαγον χνοώδη. ἐπορεξάμεναι: ἐπεκταθεῖσαι.