Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.103
Not analysed yet
ἦναι: κόψαι· καὶ ἠνίων τῶν κεκομμένων. ἠοίας: τὰς πρωΐας. ἠραχνίωκεν: λεπτοῖς ἅμα καὶ πολλοῖς φλεβίοις, ὥσπερ ἀράχνης ὑφάσματα διαπέπλωκε. ἡρμᾶσθαι: ἐρηρεῖσθαι ἢ ἡρμόσθαι. ἤσας: ἠθίσας. Θ. Θαλερὸν πνεῦμα: θερμὸν ὡς ἀπὸ ἡλίου· παρὰ γὰρ τὸ θέρεσθαι γέγονε τοὔνομα. θέρετρον: τόπος ἐνδιατρίβειν θέρους ἐπιτήδειος· ἔνιοι δὲ θέντρον γράφουσι. θημών: ὁ σωρός. θηρίον: τήν τε ἕλμινθα καὶ τὸ ἄγριον ἕλκος, ὡς ἐν τῷ περὶ τόπων τῶν κατὰ ἄνθρωπον· θηρίον ἐπὶ τὸ σῶμα ἐπέρχεται διὰ τόδε· καὶ ὁπόταν ἀφίκηται ὁ ἰχὼρ ἀποῤῥέων, σήπει καὶ μετεωρίζει· ἐν μέντοι τῷ περὶ χυμῶν ὅθεν ἀλθαίνεται προειπών· εἶτα ἐν τοῖς ἄλλοις καὶ τὸ