Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.104
Not analysed yet
θηρίον εἰπὼν, τὰ ἐν τοῖς ἐντέροις συνιστάμενα, δηλοῖ τὰς ἕλμινθας δηλονότι καὶ τὰς ἀσκαρίδας· ὥσπερ καὶ ὅταν εἴπῃ, φθινοπώρων τὸ θηριῶδες, ἀπό τινος τῶν εἰρημένων ὀνομάζει· δοκεῖ δὲ ἐνίοτε καὶ τὸ φθινῶδες οὕτως προσαγορεύειν. θλάστην: τὸν ἐμβρυοθλάστην, ὅπερ καὶ πίεστρον καλεῖται, τοὔνομα ἐν πρώτῳ τῶν γυναικείων. θλασπόσιος: ἀντὶ τῆς θλάσπεως τῆς οὕτως ὀνομαζομένης βοτάνης. θολερὸν πνεῦμα: μέγα καὶ δεδιωγμένον. θράνον: δίφρον ἀμφοδευτικόν. θράσσεται: νύσσεται, κεντᾶται. θρίξ: γράφεται δὲ καὶ τρίξ· τρίχας δὲ καλοῦσιν οἱ θύται, ἐπειδὰν φανῇ κατὰ τὰ σιμὰ τοῦ ἥπατος ἐπὶ τοῦ δεξιοῦ λοβοῦ φλέβιον στενὸν, εὐθὺ, μέλαν. θύη: θυμιάματα, ἀρώματα. θύματα: θυμιάματα. θυμβραίαν: οὕτως ὀνομάζει τὴν θύμβραν.