Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.112
Not analysed yet
κλήϊθρον: ὁ περὶ τὴν κατάποσιν τόπος ὑπὸ τοῖς παρισθμίοις. κλιμακείου: τοῦ πλαγίου ἐν τοῖς κλίμαξι ξύλου· ἔνιοι δὲ κλιμακίου γράφουσι χωρὶς τοῦ εʹ καὶ ἡ διὰ τοῦ κλιμακίου ἑτέρη τις τοιαύτη. κλισμὸν: κλίνην, ἐν τῷ δευτέρῳ τῶν γυναικείων. κνημαίου: τοῦ τῆς κνήμης. κνήματα: ξύσματα· καὶ κνῆσαι τὸ ξύσαι. κνῆστρον: ὅπερ καὶ κνέωρον. κνήστρῳ: τῷ τυροκνηστεῖ· ἔστι δὲ μαχαίριόν τι ᾧ ξύεται ὁ τυρός. κνιδώσιες: νύξεις τινὲς κνισμώδεις, οἷαι καὶ ἀπὸ κνίδης γίνονται. κνιπότητα: κνησμόν· ἔνιοι δὲ τὴν ξηροφθαλμίαν ἤκουσαν. κνῦμα: ὠνοματοπεποίηται μιμήσει τοῦ ψόφου· ἀλλὰ καὶ ὁ ἠρέμα στενάζων, κνυζόμενος, ἀπὸ τοῦ αὐτοῦ καὶ ὁ ἐπὶ τῶν κυνῶν κνυζηθμός.