Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.111
Not analysed yet
καυτῆρα χάλκεον: καλαμίσκον τινὰ τετρημένον κατὰ τὸν πυθμένα, δι' οὗ καίειν ἐστὶ καυτηρίδιον διαφανὲς καθιέν. κάγχρυος ῥίζαν: τῆς λιβανώτιδος· ὅταν δὲ πληθυντικῶς εἴπῃ τὰς κάγχρυς τὰς πεφρυγμένας κριθὰς ἀκουστέον. κέδματα: τὰς ἐκ ῥεύματος χρονίους διαθέσεις, ἤτοι περὶ τὰ ἄρθρα σύμπαντα ἢ ἐξαιρέτως περὶ τὰ κατ' ἰσχίον· ἰδίᾳ δέ σοι τοῦτο ἐξηγησάμεθα, ὥσπερ καὶ ἄλλας τινὰς λέξεις. κεκωμῶσθαι: ἐν κώματι εἶναι. κερχναλέον: κέρχνου ποιητικόν· οὕτως δὲ ἥ τε τραχύτης ὀνομάζεται τῆς φάρυγγος καὶ ὁ ἐν τῷ πνεύμονι ψόφος· καὶ τὸ κέρχνον δὲ καὶ τὸ κέρχνεται καὶ οἱ κερχνασμοὶ τὸ ἀνάλογον δηλοῦσιν. κεφαλοειδοῦς: κεφαλὴν ἐχούσης. κιγκλισμὸς: βραχεῖα συνεχὴς κίνησις, ἀπὸ τοῦ κίγκλου τοῦ ζώου. κίθαρον: θώρακα. κίων: τὸ ἐκ τῶν θηριδίων ἄθροισμα τῶν τὸν σῖτον διαβιβρωσκόντων, ὧν ἕκαστον κίων ὀνομάζεται· ἐπὶ τελευτῆς τοῦ δευτέρου τῶν γυναικείων τοὔνομα.