Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.114
Not analysed yet
κότινον: ἀγρίαν ἐλαίαν. κοτυλίδα: τὴν κοτύλην τοῦ ἰσχίου, ἔν τε τοῖς προκειμένοις τῷ μοχλικῷ, κἀν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι. κοτυληδόνας δὲ τὰ στόματα τῶν εἰς τὰς μήτρας καθηκόντων ἀγγείων, ὡς κἀν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς ἀποδέδεικται. κοχώνην: τὴν σύζευξιν τὴν ἐν τοῖς ἰσχίοις τὴν πρὸς τὴν ἕδραν, δι' ἣν καὶ πᾶς ὁ περὶ τὴν ἕδραν τόπος οὕτως ὀνομάζεται. κράδαι: συκῆς οἱ ἀκρέμονες. κραίνουσι: λήγουσι. κραμβίῳ: κράμβης ἀφεψήματι. κρέκειν: ὠνοματοπεποίηται τὸ μισητὸν ἠχεῖν ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι. κρήγυον: τὸ ἀγαθόν. κρημνοί: τὰ χείλη τῶν ἑλκῶν, ὡς ἐν τῷ περὶ τόπον κατὰ ἄνθρωπον, καὶ τὰ πτερυγώματα τοῦ γυναικείου αἰδοίου.