Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.115
Not analysed yet
κρησέρα: ἡ τοῦ ἀλεύρου πτίσις ὀνομαζομένη· μάρσιππος δέ τίς ἐστιν αὐτὴ λινοῦς. κρίμνα: τὰ ἁδρομερέστερα τῶν ἀλφίτων· ὅταν δ' εἴπῃ κρίμνα ἀλφίτου ἁδρὰ, τὰ μέγιστα τῶν ἀλφίτων δηλοῖ. κρότωνας: τὰ ἐν τῷ πνεύμονι χονδρώδη βρόγχια· ἐν τῷ πρώτῳ περὶ νούσων. κρότωνος ῥίζα: τοῦτο οἱ Αἰγύπτιοι κίκιον ὀνομάζουσι. κυάμου καρπὸν: ὁ μὲν Διοσκουρίδης, ὑοσκυάμου φησὶ λέγειν αὐτόν· οὕτως ἐν τῷ πρώτῳ τῶν γυναικείων· ἔνιοι δὲ τοῦ Αἰγυπτίου ἀκούουσιν. κύαρ: τὸ τῆς βελόνης τρῆμα. κύβιτον: τὸ ὀλέκρανον, ὅπερ καὶ ἀγκών. Διοσκουρίδης δὲ τὸν κόνδυλον τοῦ βραχίονος οὕτως ὠνομάσθαι φησί. κύκλοι προσώπου: τὰ μῆλα, ἐν τῷ πρώτῳ περὶ νούσων τῷ μείζονι. κυγχνίδα: τήν τε σμικρὰν κύλικα καὶ τὴν ἰατρικὴν πιθάκνην.