Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.117
Not analysed yet
λαγνείη: δηλοῖ ποτε καὶ αὐτὸ τὸ σπέρμα, ὡς ἐν τῷ περὶ παίδων φύσεως· οὕτως δὲ καὶ τὸ λάγνευμα. λαγώπυρος: ἡ λαγονάτη καλουμένη βοτάνη. λαμπτήρ: ὃν οἱ πολλοὶ φανὸν ὀνομάζουσιν, ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι· παρὰ μέντοι τοῖς ἄλλοις καὶ μάλιστα τοῖς Ἀττικοῖς, ἐν ᾧ ξύλα τε κατεκαίετο παρέξοντα φῶς· ἀλλὰ καὶ ὁ δάδος καὶ ὁ λύχνος ἐστὶν ὅ τε λαμπτὴρ ὀνομάζεται. λαπαχθῆναι: κυρίως μὲν τὸ κενωθῆναι, διὰ τοῦτο δὲ καὶ τὸ μαλαχθῆναι. λαμπηρά: τὰ ἀφρώδη· λάμπει γὰρ ὁ ἀφρός. λάσιον: σινδόνην. λεβηρίδα: τὸ τοῦ ὄφεως γῆρας· ἔνιοι δὲ κόγχην κενήν. λέγνα: τὰ ἄκρεα τοῦ στομίου τῆς ὑστέρας ἐκ μεταφορᾶς· οὕτως γὰρ τὰ περὶ τὰς ὤας καλεῖται τῶν ἱματίων· ὀνομάζει δὲ ἀλλαχόθεν τὰ ἄκρεα ταῦτα καὶ ἀμφίδεα. λέκιθον: φακῶν τὸ ἔνδον τοῦ λέπους.