Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.116
Not analysed yet
κυρβασίην: πίλον ὀξὺν, ὅνπερ καὶ τιάραν. κυρήβια: ἄχυρα· δηλοῖ δὲ καὶ τὰ πίτυρα καὶ τὰ τῶν κριθῶν ἀποβράσματα. κυρίῃσιν: ἡμέραις, ταῖς τὰ τοιαῦτα κρίνειν πεπιστευμέναις. κύρσεον: πρωκτόν. κύστιγγα: κύστιν σμικράν. κώδεις: κώδεια. κωλεός: τὸ κῶλον ἐν τῷ τρώματι καὶ βέλτιον ἐξαιρέσιος. κῶμα: καταφορά. γέγραπται δὲ ὡς οἶσθα ἡμῖν περὶ τούτου βιβλίδιον. κωνίαν: οἶνον τὸν πισσίτην· ἐσβάλλεται σὺν τῷ φλοιῷ τῆς πεύκης ἡμικοτύλιον εἰς τὸ κεράμειον καὶ οἱ μὲν ἀπηθοῦσι μετὰ τὸ ζέσαι, οἱ δὲ καταλείπουσιν. κωφοί: οἱ ἀμαυροὶ καὶ ἀσθενεῖς· τὸ δὲ κατὰ τὴν τρίτην συζυγίαν ῥῆμα προσώπου τρίτου τὸ κωφοῖ ἀμαυροῖ καὶ ἀμβλύνει δηλοῖ. Λ. Λαβή: ἐπισημασία· μάλιστα δὲ ἡ ἐκ περιόδου.