Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.119
Not analysed yet
λίριον: τὸ κρίνον· τὸ δ' ἔλαιον τὸ ἀπ' αὐτοῦ οἱ μὲν λίρινον μετὰ τοῦ ν γράφουσιν, οἱ δὲ χωρὶς τοῦ ν λίριον· καλεῖται δὲ οὐ μόνον κρίνινον, ἀλλὰ καὶ σούσινον καὶ ἀνέθινον. λοῦν: οὐ μόνον τὸ λούειν, ἀλλὰ καὶ τὸ αἰονᾷν· οὕτως δὲ καὶ τὸ λοῦσθαι δύο σημαίνει παρ' αὐτῷ· καὶ τὰ ἄλλα τὰ ὅμοια. λυπρά: ψιλὰ καὶ ξηρὰ χωρία. λύσιας: διαστάσεις καθ' ἃς ἀπολέλυται ἀλλήλων τὰ ἄρθρα. λυῶδες: παρακοπτικόν. Μ. Μαγίδα: τό τε οἷον μάγμα καὶ φύραμα καὶ τὴν χειροπληθῆ μαγδαλιάν. μακρόπνους: ἤτοι μακρὸν ἀναπνέων ἢ διὰ μακροῦ. μαλακίοισιν: οὕτως καλεῖται ὅσα τῶν ἐνύδρων ἄκανθαν οὐκ ἔχει, καθάπερ ὁ πολύπους καὶ τευθὶς καὶ σηπία καὶ ἀκαλήφη· ταῦτα δὲ καὶ ἄναιμα καὶ ἄσπλαγχνά ἐστι.