Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.120
Not analysed yet
μαλθώδεα: μαλακτικὰ ἢ κηρώδη· μάλθη γὰρ ὁ κηρὸς καὶ μάλιστα ὁ μεμαλαγμένος. μαρίλη: ἣν οἱ πολλοὶ θερμοσποδιὰν ὀνομάζουσιν. μάσθλης: θέρμης. μάσσειν: οὐ μόνον τὸ ἀναδεύειν ἢ φυρᾷν, ἀλλὰ καὶ τὸ ἐκθλίβειν, ὡς ἐν τῷ πρώτῳ περὶ νούσων τῷ μείζονι. μᾶσσον: πλέον, ὡς ἐν τῷ μείζονι προῤῥητικῷ. μάτος: ἡ ζήτησις καὶ τὸ ζητεῖν, ματίσαι ἢ ματεῖσθαι. μαχαιρίδι ὀξυβελεῖ: τῷ φλεβοτόμῳ. μαχαιρίδι στηθοειδεῖ: τῷ σμιλίῳ ἰατρικῷ γαστρώδει. μέλαινα: λέγεταί τε καὶ ἡ νόσος οὕτως ἀπὸ μελαίνης χολῆς συνισταμένη. μέλαιναν ῥίζαν: τὴν τοῦ ἀσπαλάθου τοῦ ἀρωματικοῦ καλουμένου. μελαῖνις: περισπωμένως ὁ Διοσκουρίδης ἀναγινώσκειν ἀξιοῖ, μελαῖνις αἶξ καὶ βοῦς μελαῖνις· καὶ δηλοῦσθαί φησι τὴν ἐκ Μελαινῶν· πόλις δὲ αὕτη κατὰ τὸ Κρισαῖον πεδίον