Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.121
Not analysed yet
προκειμένη τῷ Κριφίῳ νομὰς ἀγαθὰς ἔχουσα καὶ εὐγαλάκτους, ὥς φησιν ὁ Διοσκουρίδης. μελάνεον: τὸ ἐν τῷ προγνωστικῷ· τινὲς μὲν ὑφ' ἓν ἀναγινώσκουσιν, ἵν' ᾖ τὸ μελανοῦν· ἔνιοι δὲ διαιροῦσι, χλωρὸν ἢ μέλαν ἐὸν ἀντὶ τοῦ ὄν. μέλανι φαρμάκῳ: τοῦτο πῶς σκευάζεται ἐν τῷ περὶ ἑλκῶν αὐτὸς ἐδίδαξεν. μέλαν τὸ κύπριον: τὴν κυπρίαν σποδὸν, ᾗ πρὸς τοὺς ὀφθαλμοὺς χρώμεθα. μελεδαίνοντι: ἐπιμελουμένῳ, θεραπεύοντι· καὶ μελεδὼν ἡ ἐπιμέλεια, οὐχ ὡς παρ' Ὁμήρῳ ἡ λύπη. μελιηδέα: οὐ μόνον τὸν ἡδὺν, ἀλλὰ καὶ τῷ μέλιτι μεμιγμένον, ὡς ἐν τῷ πρώτῳ περὶ νούσων τῷ μείζονι· ἐν δὲ τῷ αὐτῷ καὶ μελίχρουν ὀνομάζει καὶ τὸν τοιοῦτον οἶνον. μεμύρηκεν: συνείληκεν ἀπὸ τῶν μυριομένων ἐρίων. μεμιασμένον: μεμολυσμένον ὡς παρὰ τῷ ποιητῇ. μεμολυσμένους: ἔνιοι μὲν τοὺς κατεψυγμένους, ἔνιοι δὲ τοὺς ἐσκιῤῥωμένους καὶ λιθώδεις ᾠήθησαν.