Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.123
Not analysed yet
μηλιάδα: ἐν τῷ πρώτῳ περὶ νούσων τῷ σμικροτέρῳ τῇ μιλιάδι λέγει τῇ ἀπὸ Μήλου τῆς νήσου. μήτρη: κάλυμμα καὶ οἷον ἕλιγμά τι ἢ ἐπιδιδυμὶς ὀνομαζομένη· ἔστι δὲ κρισώδης τις ὄγκος κατὰ τὴν κορυφὴν ἐπικείμενος τῷ διδύμῳ. μηνίειν: μασᾶσθαι, ἐσθίειν. μύκη: μύσις. μυοχάνη: ἐπίθετον χασκούσης. εἰ δὲ μυριοχαύνη γράφοιτο, ἡ ἐπὶ μυρίοις ἂν εἴη χαινουμένη. μύῤῥαν: Αἰολεῦσι σμύρναν, δὶς τὸ ρ γράφεται. μυρτίδανον: οἱ πλεῖστοι μὲν τὸ πέπερι. Διοσκουρίδης δὲ ὁ Ἀναζαρβεὺς ἐν τῷ πρώτῳ περὶ ὕλης, ἐπίφυσιν ἀνώμαλον καὶ ὀχθώδη, περὶ τὸ τῆς μυρσίνης πρέμνον. ὅ γε μὴν Ἱπποκράτης τὸν καρπὸν οὕτως ὀνομάζει ἐκ τοῦ φυτοῦ, ὅπερ αὐτός φησιν ὑπὸ ἑτέρων ὠνομάσθαι πέπερι. Μύτις: καλεῖται μὲν οὕτως καὶ τὸ ἐν τῷ σηπίας στόματι μέλαν, ἀλλὰ καὶ ἰχθύς τις ὑπὸ τοῦ Ἱπποκράτους δηλοῦται.