Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.124
Not analysed yet
μυττωτόν: ὑπότριμμα, Διοσκουρίδης εἶναί φησι σκορόδων ἢ κρομμύου. μώλυζα: σκόροδον ἁπλῆν τὴν κεφαλὴν ἔχον καὶ μὴ διαλυομένην εἰς ἄγλιθας· τινὲς δὲ τὸ μῶλυ. μωλυόμενα: κατὰ βραχὺ ἀπομαραινόμενα. Ν. Ναυσιώσιες: αἱ παρεκχύσεις τοῦ αἵματος, ἃς δὴ καὶ ἐκχυμώσεις ὀνομάζει. μετενήνεγκται δὲ ἀπὸ τῶν ἐπὶ ταῖς ναυτίαις ἐμούντων αἷμα τοὔνομα. νεῖον: τὸ νέον. νεόμενον: τὸ νηχόμενον, παραγινόμενον ἀπὸ τοῦ νεῖσθαι· ἐν πρώτῳ τῶν γυναικείων ἄμφω, τὸ μὲν ἐπὶ τοῦ χορίου, τὸ δὲ ἐπὶ τοῦ ἐμβρύου. νηπέλει: ἀδυνατεῖ. νυκτάλωπες: οἱ τῆς νυκτὸς ἀλαοί.