Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.129
Not analysed yet
πέζαι: οἱ πόδες, ἐν τῷ δευτέρῳ τῶν γυναικείων οὕτως γέγραπται, καὶ οἱ πόδες οἰδίσκονται αἱ πέσαι μάλιστα. Ζηνόδοτος μὲν οὖν ἐν ταῖς ἐθνικαῖς λέξεσι πέζαν φησὶ τὸν πόδα καλεῖν Ἀρκάδας καὶ Δωριεῖς. ὁ δὲ Ἱπποκράτης ἔοικεν ἢ τὸ πεδίον καλούμενον τοῦ ποδὸς οὕτως ὠνομακέναι ἢ τὰ σφυρά. πέλλα: πελία, ὑπόκιῤῥα. τὰ δὲ αὐτὰ καὶ πελιρὰ ὀνομάζει. Ζηνόδοτος δὲ ἐν ταῖς ἐθνικαῖς λέξεσι Σικυωνίους φησὶ τὸ κιῤῥὸν, πέλλον ὀνομάζειν. πεμφιγώδεες: ἤτοι νοτίδος μεστοὶ καὶ ὑγρότητος ἢ καὶ πνευματώδεις. πέπλιον: ὅπερ καὶ πέπλις καὶ ἀνδράχνη ἀγρία. πέπλος: τὸ αὐτὸ καὶ χαμαισύκη καὶ μήκων ἀφρώδης καὶ μηκώνιον. περητηρίῳ: τρυπάνῳ τῷ εὐθεῖ καὶ ὀξεῖ· ἔστι γὰρ καὶ ἕτερον ἡ χοινικίς. περιστέλλετο: τοῖς περιβολαίοις ἑαυτὸν ἔσκεπεν. περικεκαλμένοι: περικεκαμμένοι, γρυποὶ καὶ ἐπικαμπεῖς.