Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.128
Not analysed yet
παραστάτας: τὰς ἐπιδιδυμίδας, ἐν τῷ περὶ φλεβῶν ὃ πρόκειται τῷ μοχλικῷ. παραφᾶσαι: παράψασθαι μετὰ καθέσεως, ὥσπερ τὸ ἐσαφᾶσαι, εἰσβάλλοντα τὴν χεῖρα ἅψασθαι· ἐντεῦθεν δὲ καὶ τοὺς κρυπτοὺς τόπους τοὺς κατὰ τὸ γυναικεῖον αἰδοῖον παραφάσιας ὀνομάζουσι. παφάσσειν: παραφρονεῖν, ὡς καὶ ἀλλοφάσσειν, ψιλῶς δ' ἀναγνωστέον, οὐχ ὥσπερ τὸ πρὸ αὐτοῦ παραφᾶσαι, ἔγκειται γὰρ ἐν ἐκείνῳ τὸ τῆς ἁφῆς ὄνομα. παρθένιον: τὸ σμικρόφυλλον, καλεῖται δὲ παρθένιον καὶ ἡ ἀνθεμὶς καὶ ἡ ἑλξίνη καὶ ἡ λινόζωστις καὶ τὸ ἀμάρακον, ἀλλὰ καὶ Διοσκουρίδης μή ποτέ φησιν ἀκουστέον ἐστὶν ἤτοι τῆς ἑλξίνης ἢ τῆς λινοζώστεως τὸ εἶδος τὸ σμικρόφυλλον. πασπαλέτης: ὁ κεγχραλέτης, πάσπαλος γὰρ ὁ κέγχρος. πασσαλίσκῳ: τῷ σμικρῷ πασσάλῳ ὑποκοριστικῶς. παφλάζουσιν: ὠνοματοπεποίηκε τοὺς πταίοντας καὶ ἐπαναλαμβάνοντας ἐν τῷ διαλέγεσθαι δηλῶσαι βουλόμενος.