Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.134
Not analysed yet
πυρήνας: τοὺς χόνδρους. εἴρηται δὲ ἐπὶ λιβανωτοῦ. πυρὸς ἀγρίου: δηλονότι τοῦ ἐρυσιπέλατος. Ρ. Ῥαγεῖσα: δηλοῖ ποτε καὶ τὸ ἀθρόως ὁρμήσασα, ὡς ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι, ἀλλὰ καὶ ἡ αἱμοῤῥαγία αὕτη παρὰ τοῦτο σύγκειται. ῥαιβοειδέα: καμπύλον. ῥᾷον: ἑτοιμότερον καὶ εὐχερέστερον. ἔνιοι μέντοι τὸ εὐφορώτερον ἤκουσαν. ῥαφίῳ: τῷ κεντηρίῳ, ᾧ διακεντοῦντες οἱ τεχνῖται τῶν τοιούτων ἐπιτηδείους ὀπὰς τῇ τοῦ λίνου διέρσει παρασκευάζουσι. ῥέγξιν καὶ ῥέγκος: ὠνοματοπεποίηται παρὰ τὸν γινόμενον ψόφον, ὥσπερ καὶ τὸ ῥέγκειν. ῥέμβει: πλανᾶται. ῥέμβην: πλάνην. καί τινα ἄλλα παρὰ τὸ ῥέμβεσθαι. ῥηγῇσι: σχίσμασι, ῥήγμασι.