Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.135
Not analysed yet
ῥημέσιν: ἄρνασι. ῥίνεσιν: ἀρνείοις. ῥήνικας: ἀρνακίδας. ῥηνός: ἀρνός. ῥηχίῃσι: οἷον πλημμυρῇσι. καὶ γὰρ καὶ ἡ ῥηχίη οἷον πλημμύρα τίς ἐστιν. ῥίζα: οὕτως καλεῖται βοτάνιόν τι ἄκαυλον καὶ ἀνανθὲς καὶ ἄκαρπον ἔχον τρία φύλλα κατὰ πάντα προμήκη, κατὰ τῆς γῆς κείμενα, δυοῖν δακτύλοιν τὸ μέγεθος, ἐοικότα τοῖς τῆς ἀγχούσης, ῥίζαν δὲ λεπτὴν ἀσθενῶς καθαίρουσαν. ῥίζαν λευκήν: τὴν τοῦ δρακοντίου. ῥικνόν: ῥυσόν. ῥοικά: καμπύλα. ῥόμματος: ῥοφήματος ἢ ῥοφήσεως. ῥόα: τὰ ἐκ τῆς συκαμίνου μόρα τὰ ἄωρα ξηρανθέντα καὶ κοπέντα τοῖς ὄψοις ἐπιπάττεται, καθάπερ καὶ ὁ κυρίως ὀνομαζόμενος ῥοῦς, ὡς καὶ ὁ Διοσκουρίδης ἐν τῷ πρώτῳ περὶ ὕλης λέγει.