Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.136
Not analysed yet
ῥοπτῶν: ῥοφημάτων ἢ πάντων τῶν ὁπωσοῦν ῥοφουμένων. ῥύματα: παρὰ τὸ ῥύεσθαι, τὰ βοηθήματα. ῥωγματίης: ὁ ἐῤῥωγός τι τῶν ἐντὸς ἔχων, ὃν δὴ καὶ ῥηγματίαν ὀνομάζει. Σ. Σαράπους: ἡ διασεσηρότας καὶ διεστῶτας ἔχουσα τοὺς δακτύλους τῶν ποδῶν. σαρκάζειν: κυρίως μὲν τὸ διὰ τῆς τῶν χειλῶν δήξεως χλευάζειν. ὁ δὲ Ἱπποκράτης καὶ τὸ ἄκροις τοῖς χείλεσι συναγομένοις ἀποτίλλειν τι. σατυρισμοί: οἱ περὶ τὰ ὦτα προμήκεις ὄγκοι τῶν ἀδένων. ἔνιοι δὲ τὰς τῶν αἰδοίων ἐντάσεις ἤκουσαν. σαυρίδιον: ἡ καρδαμὶς βοτάνη ἀπὸ τῆς κατὰ τὸ σχῆμα ὁμοιότητος. ἡ αὐτὴ καὶ κάρδαμον ὀνομάζεται. σελάχεσιν: οὕτως καλεῖται ὅσα ἰχθύων λεπίδας οὐκ ἔχει καὶ ζωοτοκεῖ.