Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.141
Not analysed yet
στοίβης καρπόν: τὸ Ἱππόφεως σπέρμα. στολιδωδέστερον: ῥυσσότερον. στομάργου: ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ὁ Διοσκουρίδης οὕτως γράφει καὶ δηλοῦσθαί φησι τοῦ λαλοῦντος μανικῶς. οἱ δὲ ἄλλοι στυμάργου γράφουσι καὶ ὄνομα κύριον ἀκούουσι. στόμβον: βαρύηχον, βαρύφθογγον. στρεβλοί: οὓς καὶ στραβοὺς ὀνομάζουσι. στρέφει: στρόφον παρέχει. στρέφεται: τὸ οἷον ἐνοικεῖ, ἐν τῷ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων. στρογγύλον μήλην: τὴν σπαθομήλην. στρογγύλου: τοῦ Μυρτιδάνου, αὐτὸς γὰρ οὕτως γράφει καὶ τὸ Ἰνδικὸν ὃ καλοῦσι Πέρσαι πέπερι. ἐν τούτῳ δέ ἐστί τι στρογγύλον, ὃ καλοῦσι μυρτίδανον. στρυβλήν: στρεπτόν τι ἐν τῷ περὶ αἱμοῤῥοΐδων καὶ συρίγγων.