Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.142
Not analysed yet
στρυμάργου: οἶδε καὶ ταύτην τὴν γραφὴν ὁ Διοσκουρίδης, οὐ μόνον τὴν στομάργου, ἀλλὰ καὶ τοῦτο οὐχ ὡς κύριον ὄνομα ἐξηγεῖται, ἀλλὰ τὸν μανικῶς ἐπτοημένον, περὶ τὰ ἀφροδίσια δηλοῦσθαί φησιν. εἰρῆσθαι γὰρ παρὰ τῷ Ἱπποκράτει καὶ ἄλλα πολλὰ κατὰ τὸν αὐτὸν τρόπον ἐπίθετα, καθάπερ μυοχάνη, σαράπους, γρυπαλώπηξ. ἀλλὰ καὶ παρ' Ἐρασιστράτῳ φησὶν ὁ ῥινοκολοῦρος. συπτηρίη χαλκίτις: ἣν ἁπλῶς οὕτως ὀνομάζομεν χαλκίτιν. συγκομιστοὶ ἄρτοι: ῥυπαροὶ, διὰ τὸ πάντα ἅμα τὰ ἄλευρα συγκομίζεσθαι καὶ μὴ διακρίνεσθαι. σύκα: ἐπαναστάσεις σαρκώδεις ἐν τοῖς τῶν βλεφάρων τόποις γινόμεναι. συκίον: τὸ τῶν ἰσχάδων ἀφέψημα. συκῆς: ἐν πρώτῳ τῶν γυναικείων καὶ πυρίαν συκῆς ἀπὸ ῥίζης. ἐν ἴσῳ τῷ σικύας, τουτέστι συκαμίνου, ὅπερ ἑτέρωθι ὥσπερ ἐξηγούμενός φησι μορέου ῥίζης.