Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.144
Not analysed yet
σφάκελος: φθορὰ πᾶσα, καθ' ὃν ἂν γίγνηται τρόπον· οἶσθα δὲ ὅτι καὶ περὶ τούτου διὰ πλειόνων ἡμῖν ἀποδέδεικται. σφάκερος: ἐν τοῖς προσκειμένοις τοῖς περὶ τῶν ἐν τῇ κεφαλῇ τρωμάτων. κεφαλαλγία δὲ καὶ σφάκερος ἢν ᾖ, κρόμμυα πολέμιον. ἐν δὲ τοῖς πλείστοις ἄντικρυς σφάλερος γράφεται. σφενδόνην: ἐν μὲν τῷ περὶ ἄρθρων, τὸ ἀπὸ τῆς τοὺς λίθους βαλλούσης σφενδόνης ὠνομασμένον, εἰς ἀνάληψιν κώλου χρήσιμον· ἐν δὲ τῷ περὶ ἀφόρων τὸν καλούμενον φύλακα· δηλοῖ δὲ καὶ τὸ γυναικεῖον περίσφυρον, ὅσα τε τούτῳ παραπλήσια. σπυράδες: τὰ τῶν αἰγῶν καὶ προβάτων ἀποπατήματα. σχάσαι: τρία σημαίνει, ἀμύξαι, ἐκκρῖναι, χαλάσαι. σχεδιάδα: τὴν ἄγχουσαν. λέγεται γὰρ καὶ οὕτως. σχέσει: τῇ συνοχῇ ἐν παρέξει καὶ σχέσει καὶ ἐπιδέσει καὶ πιέξει. ὅταν δὲ εἴπῃ, διαφέρει μέντοι τι καὶ σχέσει σώματος, τὴν οἷον ἕξιν δηλοῖ.