Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.145
Not analysed yet
σχινδυλήσει: σχήματι καλάμου. οὕτως δὲ δοκεῖ καὶ ὁ σκινδαλμὸς εἰρῆσθαι παρὰ τὸ ἐσχίσθαι. σχῖνον: οὐ μόνον τὸ θαμνῶδες φυτὸν, ἀλλὰ καὶ εἶδός τι σκίλλης, εἰ μὴ ἄρα καὶ πάσης σκίλλης τὸν βολβόν. σχοῖνον: ἡδύοσμον, τὴν ἀρωματικὴν σχοῖνον. Τ. Τάμισον: πιτύαν. τέγγειν: διαβρέχειν. τελεῖν: ἀναλίσκειν, ὡς ἐν τῷ περὶ παθῶν λέγει. τέλσον: τέλος καὶ ἔσχατον. τέρμινθοι: οἱ τῷ τοῦ τερμίνθου καρπῷ παραπλήσιοι, κατὰ τὸ δέρμα συνιστάμενοι παρὰ φύσιν ὄγκοι. τέρθρον: κυρίως μὲν οὕτως ὀνομάζεται τὸ ἄκρον τῆς κεραίας καὶ τέρθριοι οἱ κάλοι, ἐντεῦθεν ἐπὶ τὰ ἄκρα τοῦ ἱστίου παρήκοντες. ὁ δ' Ἱπποκράτης ἐν τῷ δευτέρῳ τῶν γυναικείων, ἐπὴν ἐνθάδε, φησὶ, τὸ τέρθρον ᾖ τοῦ πάθεος.