Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.146
Not analysed yet
ἐν ἴσῳ τῷ, τὸ ἄκρον καὶ ἀνώτατον καὶ ἐπιμελείας μάλιστα δεόμενον. τετάρσωνται: πεπλάτυνται, ταρσὸς γὰρ πᾶν τὸ πεπλατυσμένον. τετράγωνα βέλη: τὰ τέσσαρας ἔχοντα γλωχῖνας. τετραγώνῳ: τινὲς μὲν ταῖς εὑρισκομέναις κατὰ τὸ στίμμι πλαξὶ, τινὲς δὲ αὐτὸ τὸ στίμμι. τετρεμαίνει: τρέμει. τέτρομος: τρόμος ῥιγώδης. τέως: τὸ ἕως καὶ τὸ τηνικαῦτα καὶ τὸ πρότερον. τηλέφιον: εἶδος βοτάνης, ὅπερ καὶ ἀείζωον ἄγριον καὶ ἀνδράχνην ἀγρίαν ὀνομάζουσι, Ῥωμαῖοι δὲ ἰλλεκέβραν. τὴν ἐν τῷ ἀλεύρῳ βοτάνην ῥοφέονται: τὴν λινόζωστιν ἔοικε λέγειν, ἐπειδὴ καὶ ἀλλαχοῦ ἔφη, ῥοφήσαντα δὲ λινόζωστιν. τομεῖον: τομεὺς καλεῖται σιδηροῦν ἐργαλεῖον δίχειλον, ᾧ οἱ χαλκεῖς πρὸς ἄλλα τέ τινα καὶ πρὸς τὸ ἀναβάλλειν καὶ μοχλεῦσαι ἥλους χρῶνται.