Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.66
Not analysed yet
παλαιῶν· νομίζω δή σοι τὰ ὑπὸ Ἀριστοφάνους ἀρκέσειν τὰ ἐκ τῶν Δαιταλέων, ὧδέ πως ἔχοντα. πρὸς ταῦτά σοι λέξων Ὅμηρε γλώττῃ τινι καλοῦσι κόρυκα. προβάλλει γὰρ ἐν ἐκείνῳ τῷ δράματι ὁ ἐκ τοῦ δήμου τῶν Δαιταλέων πρεσβύτης τῷ ἀκολάστῳ υἱεῖ πρῶτον μὲν τὰ κόρυκά τί ποτ' ἐστὶν ἐξηγήσασθαι, μετὰ δὲ τοῦτο τί καλοῦσιν ἀμενηνὰ κάρηνα· κἀκεῖνος μέντοι ἀντιπροβάλλει τὴν ἐν τοῖς Σόλωνος ἄξοσι γλῶτταν, εἰς δίκας διαφέρουσας ὡδί πως· ὁ μὲν οὖν σὸς, ἐμὸς δὲ οὗτος ἀδελφὸς, φρασάτω τί καλοῦσιν ἰδοῦσί τε. ἐφεξῆς προβάλλει τί ποτέ ἐστι τὸ εὖ ποιεῖν. ἐξ ὧν δῆλον ὡς ἡ γλῶττα παλαιόν ἐστιν ὄνομα τῆς συνηθείας ἐκπεπτωκός. ὅτι δὲ καὶ αὐτὸς ἕκαστος τῶν περὶ λόγους ἐχόντων ἠξίου ποιεῖν ὀνόματα καινὰ δηλοῖ μὲν καὶ Ἀντιφῶν ἱκανῶς, ὅς γε ὅπως αὐτὰ ποιητέον ἐκδιδάσκει, δηλοῖ δὲ καὶ αὐτὸς οὗτος ὁ Ἀριστοφάνης ἐν ταὐτῷ δράματι διὰ τῶνδε, ἅλις ὀρέλη καὶ μύρον καὶ ταινίαι. εἶτα ὁ πρεσβύτης ἐπισκώπτων, ἥδουσ' ὀρέλη· τοῦτο παρὰ Λυσιστράτου. πάλιν δὲ αὐτοῦ τοῦ ἀκολάστου υἱέως εἰπόντος, ἡμῶν ἴσως οὐ