Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.67
Not analysed yet
καταπληγήσῃ τῷ χρόνῳ· καὶ τοῦθ' υἱοῦ ὁ πρεσβύτης ἐπισκώπτων ἐρεῖ, τὸ καταπληγήσῃ τοῦτο παρὰ τῶν ῥητόρων. εἶτ' αὖθις ἐκείνου φάντος, ἀποβήσεταί σοι ταῦτα ποῖ τὰ ῥήματα, πάλιν ὁ πρεσβύτης καὶ τοῦτο σκώπτει, παρ' Ἀλκιβιάδου τοῦτο ἀποβήσεται. καὶ μέν γε καὶ ὁ υἱὸς οὐδέπω παυόμενος οὐδὲ αἰδούμενος τὸν γέροντά φησι, τί ὑποτεκμαίρῃ καὶ κακοὺς ἄνδρας λέγεις καλοκἀγαθίαν ἀσκοῦντας. εἶτα ὁ πρεσβύτης, οἶμαι, ὦ Θρασύμαχε, τίς τούτων τῶν ξυνηγόρων σε ῥύεται. δῆλον οὖν ἐκ τούτων οἶμαί σοι γεγονέναι, ὡς εἶπον, εἶναι τρόπον τῶν γλωττῶν ἢ τοῦ κοινοῦ πᾶσιν ὀνόματος ἐκπεσόντος τῆς ἐπικρατούσης συνηθείας ἢ τοῦ γενομένου πρός τινος τῶν παλαιῶν, μὴ παραδεχθέντος ὅλως εἰς τὴν συνήθειαν. οὕτως οὖν καὶ Ἱπποκράτης τὰ μὲν ἐκ τῶν ὄντων οὐ συνηθῶν ὀνομάτων παραλαμβάνει, τὰ δὲ αὐτὸς ποιεῖ, τὰ δὲ καὶ τοῖς σημαινομένοις ὑπαλλάττει καὶ δίκαιον ἕκαστον αὐτῶν ἡμᾶς ἐξηγεῖσθαι μετὰ τῶν γλωττῶν, ὅταν γε φαίνηται τοῦ νῦν ἔθους ἐκπεπτωκός· οὕτως οὖν εἰ καί τινος ὄνομα φυτοῦ καὶ ζώου καὶ πόλεως ἀσαφὲς ἱκανῶς