Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.69
Not analysed yet
ἐν πλείστοις δὲ παραλείπομεν, ὅταν καὶ χωρὶς ἐκείνης ἐλπίζωμεν ἔσεσθαι σαφῆ τὴν ἐξήγησιν. ———ΑΡΧΗ ΤΩΝ ΛΕΞΕΩΝ ΤΟΥ Α. Ἀγκυλίδωτον: ἀγκύλην ἔχον· εἴρηται δὲ ἐπὶ ἅρματος ἢ κυρτώματος. ἀγκυρομήλη: ἄγκιστρον. ἄγλιθες: τὰ μόρια τοῦ σκορόδου τῆς κεφαλῆς. ἀγλίη: ἡ ἐν τοῖς ὀφθαλμοῖς ὑπόλευκος οὐλὴ, καθάπερ ἐν τῷ μείζονι προῤῥητικῷ, καὶ οἱ λευκανθίζοντες ἐπίπαγοι, ὡς ἐν Κωακαῖς προγνώσεσιν. ἀγρίη κολοκύνθη: ἡ κολοκυνθὶς, ὡς καὶ Κρατεύας καὶ Διοσκουρίδης καὶ Πάμφιλος. ἄγροφον: ὀρεινόν. ἄγυια: ἀσθενῆ. ἀγχόμενος: πνιγόμενος.