Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.70
Not analysed yet
ἀδάξασθαι: δάκνεσθαι κνησμωδῶς. ἀδηνέως: ἀφροντίστως. ἀέτωμα: τὸ εἰς ὕψος ἀνατεταμένον τῆς ὀροφῆς, ὥσπερ τρίγωνον. ἀθέλγεται: παρίεται, διεκλύεται. ἀθήρ: τό τε τῆς κριθῆς ὀξὺ, ὡς ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μικροτέρῳ καὶ τοῦ ἐν τῇ ἀκίδι πώγωνος τὸ ἄκρον, ὡς ἐν τῷ πέμπτῳ τῶν ἐπιδημιῶν. ἀθώρηκτος: ὁ μὴ μεθύων. αἰγοκέρας: ὅπερ καὶ βουκέρας καὶ τῆλις. Αἰγύπτιον ἔλαιον: ὅπερ αὐτοὶ καλοῦσι κίκινον. (οἱ μέντοι παλαιοὶ ἐκ τῆς κίκεως καὶ κίκινον.) Αἰγύπτιον ἔλαιον λευκόν: τὸ ἀπὸ τῶν κρίνων σκευαζόμενον, ὅπερ καὶ κρίνινόν τε καὶ σούσινον ἔλαιον ὠνόμασται. Αἰγύπτιον μύρον λευκόν: ὅπερ καὶ Μενδήσιον ὠνόμασται, σκευαζόμενον διά τε κρίνων καὶ ἀρωμάτων, διὰ τοῦτο καὶ