Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.79
Not analysed yet
ἀμῶς: κατά τινα τρόπον, ἔκ τινος μέρους, μετρίως. ἀναγνῶναι: μεταπεῖσαι, μεταδίδαξαι. ἀνάκαρ: εἰς τὸ ἄνω μέρος, ὥσπερ ἐπίκαρ ἐς τὸ κάτω ἐξ ὀρέων. ἀνακικίουσιν: ἀναπηδῶσιν. ἀνακῶς: φυλακτικῶς. ἀνακωχή: ἀνωχὴ, ἀναβάσταξις. ἀναλδές: ἄτροφον, ἀναυξές. ἀνάλμυροι: ἄναλοι ἢ οὐχ ἁλμυροί. Διοσκουρίδης οὕτως, διαιροῦντες δὲ ἀναγινώσκουσιν οἱ πολλοί. ἄναλτον: τό τε χωρὶς ἁλῶν καὶ οὐχ ἁλμυρόν. ἀναπλάξεις: διαπλάξεις. ἀναπρῆσαι: ἀνατρῆσαι, ἐκτρῆσαι. ἀνάῤῥινον: τὸ διὰ τῶν ῥινῶν παλίσσυτον ἰὸν, ἔνιοι δὲ διαιροῦσιν ἀνὰ ῥινὸν εἶναι ἀνὰ τὸ δέρμα. ἄναυδος: διαλέγεσθαι ἀδύνατος. ἄφωνος δὲ ὁ φωνεῖν μὴ δυνάμενος. ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἐφεξῆς ἀλλήλων