Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.78
Not analysed yet
γράφουσιν ἀλλοίη· φησὶ δὲ Διοσκουρίδης τὸ ἀμοίη μέτρια εἶναι, μαρτύριον δὲ οὐδὲν παρατίθεται. ἀμυστί: ἀθρόως ἄνευ τοῦ μῦσαι τοῖς χείλεσι. ἀμφιβραγχίων: τῶν περὶ τὰ παρίσθμια καλουμένων χωρίων. ἀμφίδεον: τὸ τοῦ στόματος τῆς μήτρας, τὸ ἐν κύκλῳ ἄκρον, ὅπερ καὶ σικύας χείλεσιν ἔοικε, κατὰ μεταφορὰν ἀπὸ τῶν γυναικείων ψελλίων ὠνομασμένον, ἃ καὶ αὐτὰ ἀμφίδεα καλοῦνται ἀπὸ τοῦ περιλαμβάνειν ἐν κύκλῳ καὶ οἷον ἀμφιδεῖν. ἀμφιδέξιος: ἡ οἷον ἀμφοτέρωθεν δεξιὰ, τουτέστιν ἡ ἀμφοτέραις ταῖς χερσὶν ὡς δεξιᾷ χρωμένῃ. τοιοῦτος γὰρ καὶ ὁ παρὰ τῷ ποιητῇ περιδέξιος. οὕτως δὲ καὶ ὁ Ἱππῶναξ ἔλεγεν· ἀμφιδέξιος γάρ εἰμι καὶ οὐχ ἁμαρτάνω. τινὲς δὲ ἀμφιδέξιον ἀκούουσιν οὐ καλῶς τὴν ἐν τοῖς δεξιοῖς μέρεσι τῆς μήτρας κυουμένην. ἀμφιμήτριον σημεῖον: οὕτως ὠνόμακεν ἐν τῷ βʹ τῶν ἐπιδημιῶν τὸ δηλωτικὸν τῶν περὶ τὰς μήτρας διαθέσεων.