Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.81
Not analysed yet
ἀνείσας: ἐν ὕψει ἀνωτάτω κρεμάσας· σύγκειται γὰρ ἐκ τοῦ ἄνω καὶ εἴσας. ἀνεμοῦται: ἐμπνευματοῦται. ἀνερίκτων: ἀδιασείστων. ἀνεστραμμένα: ἀνατεταραγμένα, εἴρηται δὲ ἐπὶ οὔρων. ἄνεως: ἄφωνος καὶ τὸν νοῦν ἐμπεπληγμένος. ἀνήνιος: ἄλυπος καὶ ἀβλαβής. ἀνηρείκτῳ: μὴ διῃρημένῳ εἰς λεπτὰ, ἀλλ' ἐξ ἄκρων κρίμνων συγκειμένῳ. ἄνθεα: οὐ μόνον ταῦτα τὰ εἰς τὰ στέφανα, ἀλλὰ καὶ τὰ ἄλλα πάντα οὕτως ὀνομάζει καὶ τὰ σπέρματα δὲ ὡσαύτως ἐνίοτε καλεῖ, ὥσπερ καὶ ἐν τῷ δευτέρῳ τῶν γυναικείων, ἀλλὰ καὶ τὰ ἐρυθήματα, ὡς ἐν κωακαῖς· καὶ πτύσματα δὲ ἀνθηρὰ τὰ ἐρυθρὰ καὶ ὕφαιμα λέγει ἐν τῷ στʹ τῶν ἐπιδημιῶν. ἀνθίνην οἶνον: ἤτοι τὸν ἠνθισμένον ὀνομαζόμενον ἢ τὸν ἐκ τῶν ἀνθῶν ἡδυσμένον, ὥσπερ καὶ κυκεῶνα ἀνθινὸν ὠνόμασεν ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι.