Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.82
Not analysed yet
ἀνθινὸν ἔλαιον: τὸ κρίνινον καὶ ἴρινον λέγεται, τὸ δὲ αὐτὸ καὶ σούσινον καλεῖται. ἀνθινὸν μύρον: ὅπερ καὶ σούσινον μύρον καὶ κρίνινον μύρον· διαφέρει δὲ τοῦ ἀνθινοῦ ἐλαίου τοῦ προγεγραμμένου τῇ ποικιλίᾳ τῶν ἀρωμάτων. ἀνεύθυντο: ἤγουν εἰς τὸ ἄνω ἀπεύθυντο. ἀνωργασμένον: τό τε ἀναμεμαλαγμένον, ἐπειδὴ καὶ τὸ μαλάξαι ὀργάσαι καὶ τὸ οἷον σπαργᾷν καὶ ὀργᾷν, ὡς ἐν τῷ δευτέρῳ περὶ νούσων τῷ μείζονι. ἀντικοντώσιος: τῆς διὰ τοῦ κοντοῦ ἀντερείσεως, ὅπερ καὶ σκίμπων καλεῖται. ἀντίῤῥινα: πόα τις ἣν καὶ βουκράνιον καὶ λυχνίδα ἀγρίαν ὀνομάζουσιν. ἄορτρον: τὸ ἀπηρτημένον τοῦ πνεύμονος μέρος ἑκατέρωθεν, ὡς ἐν τῷ περὶ νούσων τῷ μείζονι· ἔτι δὲ καὶ ἄορτριν τὸ αὐτὸ τοῦτο ἐνίοτε καλεῖ, ὡς Διοσκουρίδης οἴεται, οὐ πάνυ δὲ σαφές ἐστιν. ἀπαρτίως: ἀπηρτισμένως καὶ ἀκριβῶς. Διοσκουρίδης δὲ