Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.88
Not analysed yet
Βαλοῖος: ὁ ἀπὸ Βαλοίας πόλεως Μακεδονικῆς. βδέλλῳ: ἐν τῷ μείζονι προῤῥητικῷ καὶ δευτέρῃ πρός τινων ἐπιγραφομένων τὴν κιρσώδη φλέβα φησὶν οὕτως ὠνομάσθαι Διοσκουρίδης· ἐμοὶ δὲ δοκεῖ κυρίως εἰρῆσθαι τοὔνομα κατ' αὐτοῦ τοῦ ζώου· καὶ γὰρ παρέτυχόν ποτε τούτου κατὰ τὸ βιβλίον ἐκεῖνο λεγομένου καὶ ἀπορουμένων γε πολλῶν ἐπὶ τῶν γινομένων, προέγνων ἐγὼ μόνος ἐκ τοῦ γράμματος ὁρμηθεὶς τἀληθές. βηκείοις: προβατίοις. βησσιακή: τῇ ἀπὸ βησσῶν ἐν Θράκῃ. βλακεύειν: ὀλιγωρεῖν. βλαβεραί: ὑγραὶ, μυξώδεις. βληχρόν: ὄσπριόν τι ὃ καὶ βλήχιον γράφεται. βοάνθεμον: τὸ βούφθαλμον, τὸ δὲ αὐτὸ καὶ χρυσάνθεμον ὀνομάζεται. βόλβιον: οἷόν ἐστι τὸ αὐτὸ, Ἱπποκράτης ἐν τῷ δευτέρῳ τῶν γυναικείων διδάσκει· κακῶς οὖν τινες τὸν νάρκισσον ᾠήθησαν δηλοῦσθαι διὰ τὸν βολβόν.