Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.89
Not analysed yet
βολβιτία: τὰ ὑπὸ τῶν πολλῶν βομβύλια προσαγορευόμενα, γένος δέ ἐστι τοῦτο μικρῶν πολυπόδων. βόλιτον: βόλβιτον. βομβύλιον: ἔκπωμά τι στενὸν ἔχον τὸ στόμα ἢ πῶμα παρὰ τὸ βομβεῖν ὠνομασμένον. βοὸς θαλασσίου: σελαχώδης ἐστὶν ὁ ἰχθῦς οὗτος. βοτράχου: τοῦ βατράχου λέγει, τινὲς δὲ ἄντικρυς βατράχου γράφουσι. βουβάλιος: σίκυς ἄγριος. βουκέρας: ἡ τῆλις. Μενηθεὺς ἐν ταῖς ὀνομασίαις τῶν φαρμάκων καὶ τὴν ἀναγαλλίδα οὕτως προσαγορεύεσθαί φησι. βούπρηστις: τό τε ζῶον τὸ τῇ κανθαρίδι παραπλήσιον· ἔστι δὲ καί τι λάχανον ἄγριον, οὗ μέμνηται Διοσκουρίδης ἔν τε τῷ πρώτῳ τῶν ὑγιεινῶν καὶ ἐν τῷ περὶ λαχάνων. βρῆγμα: τὸ μετὰ βηχὸς ἀναπτυόμενον ἐν τῷ πρώτῳ περὶ νούσων τῷ μείζονι· καὶ βρήσσειν τὸ μετὰ βηχὸς ἀναπτύειν· ἔνιοι ταῦτα χωρὶς τοῦ ρ γράφουσι.