Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.91
Not analysed yet
γῇ χαλκίτιδι: οὐδὲν πλέον δηλοῖ τοῦ χαλκίτεως. γήχυτον: τὸ ἔξωθεν μέρος τῆς γῆς τὸ μαλακὸν καὶ ἥκιστα λιθῶδες. γλαμυροί: γλημώδεις καὶ ὑγροί. γλοιάζειν: τὸ ἐπιμύοντας παραδίνειν τοὺς ὀφθαλμοὺς καὶ τὸ γλοιωδῶς ἀνάλογον, ὡσεὶ καὶ νυστακτικῶς ἔλεγον. γλυκύμης βοτάνης: τῆς γλυκυῤῥίζης καλουμένης. γόγγρωνα: βρογχοκήλην ἀπὸ τῶν ἐν τοῖς πρέμνοις τῶν δένδρων ἐπιγινομένων στρογγύλων ἐξοχῶν, ὡς καὶ Θεόφραστος ἐν τῷ πρώτῳ περὶ φυτῶν ὡδὶ λέγων· ἔνια δὲ καὶ ἴσχει τοὺς καλουμένους ὑπό τινων γόγγρους ἢ τὸ ἀνάλογον οἷον ἡ ἐλαία. γογγύλιον: στρογγύλον· καὶ γογγυλίδια τὰ σμικρὰ σφαιρία ὡσπερεὶ καταπότια. γριφόμενα: ἐπανειλούμενα παρὰ τὸν γριφὸν τὸ ἁλιευτικὸν δίκτυον.