Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.90
Not analysed yet
βρόγχης: τῆς χονδρώδους ἀρτηρίας. βρυγμός: ὁ ἀπὸ τῶν ὀδόντων συγκρουομένων ψόφος· καὶ βρύχειν τὸ οὕτως ψοφεῖν. βύζην: ἀθρόως ἢ πυκνῶς. Γ. Γαλιάγκωνες: οἱ σμικρὸν μὲν καὶ ἄτροφον ἔχοντες τὸν βραχίονα, τὰ δὲ κατὰ τὸν ἀγκῶνα ὀγκωδέστερα, ὥσπερ καὶ αἱ γαλαῖ· οἱ δὲ φάσκοντες γαλλὸν τὸ χολὸν ὀνομάζεσθαι καὶ διὰ τοῦτο συγκεῖσθαι τοὔνομα, τάχα ἂν δόξειαν παρακούειν· οὐ γὰρ γαλιάγκωνας, ἀλλὰ γαλλοβραχίονας ἐχρῆν αὐτοὺς ὀνομάζεσθαι. γαμψούς: καμπὰς ἔχοντάς τινας. γαυσός: κυρτὸς εἰς τὰ ἔξω. γιγγλύματα: ἀντεμβαίνουσιν εἰς ἀλλήλους, ὥσπερ καὶ ἐν ταῖς θύραις οἱ γιγγλυμοί. γῇ σμηκτίδι: τῇ κιμωλίᾳ. γῇ κεραμίτιδι: τῇ ἀργίλῃ.