Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.94
Not analysed yet
δραπτὰ: ἐσπαραγμένα. δυσανίης: Κριτίας ἐν τῷ περὶ φύσεως ἔρωτος ἢ ἀρετῶν οὕτως ἐξηγεῖται τοὔνομα· δυσανίης δέ ἐστιν ὅστις ἐπὶ τοῖς σμικροῖς ἀνιᾶται καὶ ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι ἢ πλείω χρόνον. δυσήνιος: ὁ μὴ εὐκόλως ἀνιώμενος· ἔστι δὲ καὶ ὁ δυσχαλίνωτος ἢ ὁ δυσκολώτατος. Ε. Ἐβλημάσθη: ἐμαλάχθη. ἐγγαστρίμυθοι: οἱ κεκλεισμένου τοῦ στόματος φθεγγόμενοι, διὰ τὸ δοκεῖν ἐκ τῆς γαστρὸς φθέγγεσθαι. ἐγκέλλῃ: ἐνερείσῃ. ἐγκάμψει: ἐνερείξει, καὶ ἐγκεκαμμένοι, οἱ ἐνηρεικότες καὶ γρυποὶ, εἴρηται δὲ ἐπὶ ὀνύχων. ἐγγενές: συγγεννημένον, οἰκεῖον. ἐγκάς: ἐν βάθει.