Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.95
Not analysed yet
ἐγκεχαλίνωται: χαλινοῖς ἐμφερῶς περίκειται. ἐκγεγλευκισμένος: ὁ ὑπόγειος, πεπαυμένος τοῦ γλεῦκος εἶναι. ἔγρησις: ἡ ἐγρήγορσις. ἐέρχαται: ἐναπολαμβάνονται. ἔθρασσεν: ἔνυττεν, ἐκέντει. ἐκβρήσσει: ἐκβάλλει, ἐκβράσσει. ἔκδεξιν: διαδοχήν. ἐκκολύψας: ἀπολεπίσας. ἐκλουέσθω: σημαίνει ποτὲ καὶ τὸ προσκλυζέσθω, ὡς ἐν τῷ περὶ ἀφόρων καὶ τοῖς προσκειμένοις τοῖς περὶ τῶν ἐν κεφαλῇ τρωμάτων. ἔκμαγμα: τό τε συνεστραμμένον φύραμα καὶ τὸ κροκόμαγμα, ὡς ἐν τῷ περὶ ἀφόρων. ἐκμάξαι: καὶ τὸ ἀναπλάσαι. ἔστιν ὅτε καὶ ἀλλοιῶσαι ὡς ἐν τῷ περὶ ἀφόρων, δακτύλῳ ἐκμάξαι, τουτέστιν ὡς τὸν κυκλίσκον ἀναπλάσαι· ἀλλὰ καὶ τὸ ἐκθλίψαι, ὡς ἐν τῷ