Ancient Greek · ~2 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.463
Not analysed yet
[ΓΑΛΗΝΟΥ] ΟΤΙ ΑΙ ΠΟΙΟΤΗΤΕΣ ΑΣΩΜΑΤΟΙ Οὐδέν <σε> τῶν ἐμῶν ἀγνοεῖν βουλόμενος, οὐδ' ἂν πάνυ τι σμικρὸν εἶναι δοκῇ (αὐτὸ γὰρ τὸ λανθάνειν τι τὸν φίλον οὐ σμικρόν ἐστιν), ὁμιλίαν μοι γενομένην πρός τινα δηλῶσαί σοι βούλομαι μετὰ τῆς ἐνδεχομένης ἀκριβείας <ἐξ>εργασάμενος· ὁ γὰρ ἐξ ὑπογυίου λόγος περαινόμενος τῆς ἀκριβείας λείπεται, ἄλλως τε καὶ εἰ τύχοιεν κοινωνοῦντες τῶν λόγων ἀντιφιλοτιμούμενοί τε καὶ φιλόνεικοι. ἦν δὲ ὁ περὶ |