Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.464
Not analysed yet
τῶν ποιοτήτων λόγος καὶ τῶν συμβεβηκότων ἁπάντων, <ἅ> φασιν εἶναι Στωϊκῶν παῖδες σώματα· πρὸς οὓς χρὴ τάδε λέγειν. Ἆρ' οὐχὶ σῶμά τινος φήσαντος εὐθὺς νοεῖν ἡμῖν συμβέβηκε τριχῇ τινα διαστατὴν οὐσίαν ἀντίτυπον, αὐτὸ δὲ μόνον εἰ φαίη τι τριχῇ διαστατόν, οὐ μᾶλλον σῶμα νοῆσαι τὸ λεγόμενον ἢ καὶ τὸ κενὸν καὶ τὸν τόπον; χρὴ δὲ τοὺς ὅρους καὶ τὰς ὑπογραφὰς καὶ τὰς λογικὰς δηλώσεις τινῶν αὐτῶν εἶναι καὶ μόνων ἐκείνων δηλωτικάς, ἃ δηλοῦν βουλόμεθα, καὶ μὴ κοινὰς πρὸς ἕτερα, ὅτε γε μὴ τὸν περὶ τῶν κοινῶν λόγον ἀπαιτούμεθα. ὅτι δὲ κοινόν ἐστι τοῦτο, δῆλον (λέγω δὲ τὸ τριχῇ διαστατὸν σώματός τε καὶ κενοῦ καὶ τόπου)· Στωϊκοὺς μὲν ὁμολογεῖν ἀναγκαῖον, ἅτε κενὸν ἀπολιπόντας ἐν τῇ τῶν ὄντων πραγμάτων φύσει, κἂν ἐν τῷ κόσμῳ τοῦθ' ὑπάρχειν μὴ λέγωσι· τοὺς <δ'> ἄλλους φιλοσόφους νοεῖν γε πάντως ἀναγκαῖον· πῶς γὰρ ἂν ἀπέφασκον τοῦ κενοῦ τὴν φύσιν, εἰ μηδὲν ἐνενόουν τὸ σύνολον; εἰ δὲ νοοῦσιν, οὐκ ἄλλο τι νοεῖν φήσουσι τἀληθὲς ὁμολογεῖν βουλόμενοι. |