Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.469
Not analysed yet
λεῖ σώματα, συμβεβηκέναι τὴν οὐσίαν, πολλὰ τολμῶν ἀγνοεῖ· ἐπεὶ μεταπλάττει τῶν πραγμάτων τὴν φύσιν καὶ τὴν νόησιν, οὐ τῷ σώματι τὰ συμβεβηκότα λέγων συμβεβηκέναι, τὸ δὲ σῶμα τοῖς συμβεβηκόσι, καὶ [εἰ] σῶμα σώματι ποιεῖ συμβεβηκός, ὥστε καὶ ἀπορεῖν εἰκότως, τί τίνι φήσει χρῆναι λέγειν συμβεβηκέναι. εἴ τε ἰσαρίθμως τοῖς συμβεβηκόσι μερισθὲν τὸ συνήθως λεγόμενον σῶμα ἑκάστῳ τούτων ἴδιόν τι συμβέβηκεν, ἄλλο μέρος τοῦ σώματος ἄλλῳ μέρει τοῦ συμβεβηκότος συμβήσεται. εἴ τε καὶ <τὰ> συμβεβηκότα σώματά ἐστι, πᾶν δὲ σῶμα ἐπ' ἄπειρον τέμνεται <καὶ> ἕκαστον τῶν ἀπείρων τούτων σωμάτων πᾶσι τοῖς ἄλλοις συμβεβηκόσι σωματικοῖς οὖσι καὶ αὐτοῖς συμβέβηκεν, σκόπει τὸ πλῆθος τῶν ἀτόπων· τό τε σῶμα σώματι συμβεβηκέναι καὶ τὸ ἓν εἶναι νομιζόμενον τοῖς ἀπείροις καὶ τὸ ἅμα τε ὅλον καὶ μὴ ὅλον· ὅλον μὲν, ᾗ παμφερὲς τὸ σχῆμα καὶ τὸ ποσὸν τῆς τοῦ μήλου στρογγυλότητος πᾶσι τοῖς ἄλλοις συμβεβηκόσι τῷ μήλῳ συμβέβηκεν, οὐχ ὅλον δέ, ᾗ ἕκαστον τῶν ἀπείρων τμημάτων οὐκ ἔστι ταὐτὸν τῷ ἀφ' οὗ τέτμηται. εἴ τε καὶ τὸ |