Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.468
Not analysed yet
Εἴ τε καὶ τὰ συμβεβηκότα φήσομεν τῷ σώματι σώματα, τί τούτων ἐροῦμεν τίνι συμβεβηκέναι; πότερα ταῦτα τῷ συνήθως ὑφ' ἁπάντων καλουμένῳ σώματι ἢ τούτοις ἅπασι κοινῶς τε καὶ κατ' ἰδίαν ἑκάστῳ τὸ σῶμα; ἑκάτερον γὰρ ἄτοπον· εἴτε γὰρ ταῦτα σωματικὴν οὐσίαν ἔχειν λεγόμενα συμβέβηκε τῷ σώματι, εἰ μὲν οὖν ᾗ σώματά ἐστι συμβεβηκότα, καλοῦμεν πάντα τὰ ὄντα σώματα καὶ οὐχὶ τὰ μὲν συμβεβηκότα, τὰ δὲ σώματα· εἰ δ' οὐχ ᾗ σώμα<τα>, ἀλλὰ ἄλλο τι, οὐκ ἄρα σῶμά ἐστι τὸ συμβεβηκός. εἴτε τούτοις ἅπασι σώμασιν οὖσι σῶμα ὄν τι συνήθως ὑφ' ἁπάντων καλούμενον συμβέβηκε, τό τε παραπλήσιον ἔστι λέγειν κἀκεῖνο πυνθάνεσθαι, εἰ μένον ἓν ἀδιαίρετον πᾶσιν αὐτοῖς συμβεβηκέναι λέγοιτο ἂν ἢ μεριζόμενον ἰσαρίθμως αὐτοῖς· τοῦτο γὰρ οὐδ' ἐπὶ τοῦ χρόνου μεμένηκεν ἀναμφισβήτητον, οὗ καὶ τὸ σμικρότατον ἅμα πᾶσί φασί τινες τοῖς οὖσι συμβεβηκέναι πράγμασιν. εἰ δέ τις τουτὶ φεύγων ὡς ἄτοπον ἰσαρίθμως ἐρεῖ τοῖς καλουμένοις συμβεβηκόσιν, ἃ καὶ αὐτὰ κα|