Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.472
Not analysed yet
χεῖ κατὰ περιγραφὴν πρὸς αἴσθησιν τόπῳ. τό τε τῶν πολλῶν, μᾶλλον δὲ ἀπείρων σωμάτων πλῆθος ἆρά γε οὖν ἦν ἀΐδιον; καὶ πῶς ἔτι φήσουσιν ἄποιον τὴν πρώτην οὐσίαν, ἐξ ἧς φασι τόν τε κόσμον καὶ τῶν ἐπὶ μέρους εἰδῶν ἕκαστον γεγονέναι; ἢ γέγονεν ἔκ τινος χρόνου καὶ συνῆλθεν εἰς ταὐτὸν ἅπαντα, ἵνα ἐκ συνεργείας γένηται τὰ συγκρίματα; ἀλλὰ καὶ τοῦτ' ἀτοπώτατον εἶναι λέγομεν καὶ κατὰ πλείους τρόπους, πρῶτον μὲν ὅτι μὴ μιᾶς ἦν ὕλης φύσις, ὡς ἔοικεν, ἄποιος σωματική, πολλαὶ δὲ καὶ ἄπειροι διαφοραὶ ἡμῖν γενήσονται τῆς κοινῆς οὐσίας· ἡ μὲν τῶν ἐπ' εἴδους μυρίων σχημάτων, ἡ δὲ χροιᾶς καὶ ταύτης ἀναρίθμου κατ' εἶδος, ἡ δὲ χυμοῦ τοῦ πρὸς γεῦσιν, οὗ πάλιν ἀτερμάτιστός τίς ἐστι διαφορά, ἡ δὲ τοῦ πρὸς ὄσφρησιν καὶ τούτου πολύχουν ἔχοντος ἐξαλλαγήν. ἄπειροι τοιγαροῦν ἔσονται κατ' αὐτοὺς ἀπειρίαι καὶ διαφοραὶ ποιοτήτων σωματικῶν· μία δέ, ἣν οὐ πεποιωμένην ἐπιμερισθῆναι χρὴ τοῖς ἄλλοις δηλαδή. καίτοι τίνα ποτ' ἔτι χρείαν ταύτης ἔχουσιν, ἵνα |