Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.473
Not analysed yet
σωματικαὶ γένωνται; φθάνουσί γε καὶ σώμα<τα> εἶναι καὶ πεποιωμέναι τινὲς οὐσίαι. ἕκαστόν τε τῶν ἀπείρων τούτων σωμάτων εἰ ἐπ' ἄπειρον τέμνεται, ἄπειροι ἀπειρίαι πῶς συνέλθωσι καὶ πότε; τὸ γὰρ ἄπειρον ἀδιεξίτητον. <εἴ τε> καὶ τὸ φῶς ἐστι σῶμα καὶ ἡ λευκότης καὶ ἡ θερμότης, πᾶν δὲ σῶμα ποσόν ἐστι καὶ πηλίκον καὶ συναυξητικὴν φύσιν ἔχει, τὸ καταυγασθὲν καὶ θερμανθὲν ὕδωρ ὑπὸ ἡλίου <πῶς οὐ> πλεῖόν τε καὶ μεῖζον γίγνεται καὶ διὰ τοῦτο μείζονος δεῖται τόπου; πῶς δὲ καὶ εἰς βραχὺν τόπον καὶ κεγχριαῖον, ἂν οὕτω τύχῃ, συνίασιν ἥ τε σχηματότης καὶ τῶν λοιπῶν συμβεβηκότων ἕκαστον; <εἰ δ'> ἅμα γεγόνει καὶ ἐξ ἀϊδίου, οὔτε μεταβάλλειν ὤφειλε τὸ σύνολον οὔτε φθείρεσθαι· τὸ γὰρ ἀΐδιον ἀμετάβλητον, καθάπερ τῶν θεῶν αἱ φύσεις. εἰ δὲ τοῦτ' ἔστιν ἀληθές, πῶς τινα μετασχηματίσομεν, φέρε εἰπεῖν τὸν κηρόν; καὶ τί ποτε γίγνεται, ἐὰν τετράγωνον ὄντα τέως ποιήσωμεν στρογγύλον; εἰ γὰρ ἦν <τὸ> τετράγωνον τῇ οὐσίᾳ τῇ τοῦ κηροῦ τέως, νῦν <δ'> ἐστὶν ἡ στρογγυλότης, πόθεν ἐλήλυθεν καὶ |