Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.477
Not analysed yet
ἰδίοις περικλειόμενον σῶμα πέρασι μὴ μετὰ σχήματος πάντως ὑπάρχειν, εἰ καὶ μὴ συννοοῖτο τοῦτ' αὐτῷ καθ' ὑπόθεσιν. ὥστε εἴπερ εἶχε ταῦθ' ἅπερ ἔφην πάντα, ταῦτα δ' ἐστί, καθάπερ αὐτοί φασι, σώματα, οὔτε ἄποιος ἦν δηλαδὴ οὔθ' ἁπλῆ, πολλῶν δὲ καὶ διαφόρων σύνοδος ἦν σωμάτων καὶ σύγκριμα· ταύτῃ δὲ οὐδὲν ἀμιγὲς ἦν κατ' αὐτούς. εἰ δὲ μηδὲν εἶχε τούτων, πρῶτον μὲν ἀδιανόητον καὶ πλὴν ὀνόματος οὐδέν. οὔτε γὰρ μὴ [δεῖ] ποιὸν εἶναι ὁτιοῦν ἔνεστιν, οὔτε ποιόν, οὐχὶ δὲ καὶ τὰς τρεῖς διαστάσεις ἔχον καὶ σχῆμά τι πάντως αὐτῷ συμβεβηκὸς ἴδιον. ἀδιανόητόν τε καὶ τὸ μήτε βαρὺ τοῦθ' ὑπάρχειν μήτε κοῦφον, οὐχ ἧττον <δ'> ἄτοπον, εἰ λέγοι τις ἅμα τοῦτ' ἔχειν ἀμφότερα καὶ κατὰ τὰ αὐτὰ καὶ μὴ πρὸς ἄλλο καὶ ἄλλο κρινόμενον, τό τε μηδ' ἐκείνης ἐχούσης οὐσίαν <ποιὰν> τῶν ἐξ αὐτῆς ὥς φασι γεγονότων πρῶτον τεττάρων ἕκαστον ἔχειν ποιότητα. εὐλογώτερον γάρ ἐστιν, εἴπερ ἦν ἄποιος, καὶ τὰ δι' αὐτῆς εἶναι γιγνόμενα καὶ πλαττόμενα. Εἰ δὲ μηδ' αὐτὸ εἶχε τούτων μηδὲ ἓν καθ' ὑπόθεσιν τὸ αἰθέριον δὴ |